Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 9.1.1 Hdt. 9.3.1 (English) >>Hdt. 9.5.2

9.2.2 κατὰ μὲν γὰρ τὸ ἰσχυρὸν Ἕλληνας ὁμοφρονέοντας, οἵ περ καὶ πάρος ταὐτὰ ἐγίνωσκον, χαλεπὰ εἶναι περιγίνεσθαι καὶ ἅπασι ἀνθρώποισι· “εἰ δὲ ποιήσεις τὰ ἡμεῖς παραινέομεν,” ἔφασαν λέγοντες, “ἕξεις ἀπόνως πάντα τὰ ἐκείνων ἰσχυρὰ βουλεύματα· 9.2.3 πέμπε χρήματα ἐς τοὺς δυναστεύοντας ἄνδρας ἐν τῇσι πόλισι, πέμπων δὲ τὴν Ἑλλάδα διαστήσεις· ἐνθεῦτεν δὲ τοὺς μὴ τὰ σὰ φρονέοντας ῥηιδίως μετὰ τῶν στασιωτέων καταστρέψεαι.”

ch. 3 9.3.1 οἱ μὲν ταῦτα συνεβούλευον, δὲ οὐκ ἐπείθετο, ἀλλά οἱ δεινὸς ἐνέστακτο ἵμερος τὰς Ἀθήνας δεύτερα ἑλεῖν, ἅμα μὲν ὑπʼ ἀγνωμοσύνης, ἅμα δὲ πυρσοῖσι διὰ νήσων ἐδόκεε βασιλέι δηλώσειν ἐόντι ἐν Σάρδισι ὅτι ἔχοι Ἀθήνας· 9.3.2 ὃς οὐδὲ τότε ἀπικόμενος ἐς τὴν Ἀττικὴν εὗρε τοὺς Ἀθηναίους, ἀλλʼ ἔν τε Σαλαμῖνι τοὺς πλείστους ἐπυνθάνετο εἶναι ἔν τε τῇσι νηυσί, αἱρέει τε ἔρημον τὸ ἄστυ. δὲ βασιλέος αἵρεσις ἐς τὴν ὑστέρην τὴν Μαρδονίου ἐπιστρατηίην δεκάμηνος ἐγένετο.

ch. 4 9.4.1 ἐπεὶ δὲ ἐν Ἀθήνῃσι ἐγένετο Μαρδόνιος, πέμπει ἐς Σαλαμῖνα Μουρυχίδην ἄνδρα Ἑλλησπόντιον φέροντα τοὺς αὐτοὺς λόγους τοὺς καὶ Ἀλέξανδρος Μακεδὼν τοῖσι Ἀθηναίοισι διεπόρθμευσε. 9.4.2 ταῦτα δὲ τὸ δεύτερον ἀπέστελλε προέχων μὲν τῶν Ἀθηναίων οὐ φιλίας γνώμας, ἐλπίζων δὲ σφέας ὑπήσειν τῆς ἀγνωμοσύνης, ὡς δοριαλώτου ἐούσης τῆς Ἀττικῆς χώρης καὶ ἐούσης ὑπʼ ἑωυτῷ.



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 9.1.1 Hdt. 9.3.1 (English) >>Hdt. 9.5.2

Powered by PhiloLogic